Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.183 Joseph. AJ 6.187 (English) >>Joseph. AJ 6.192

6.186καταφρονεῖ δὲ οὕτως ἰδὼν αὐτὸν πολέμιος ἐρχόμενον καὶ προσέσκωψεν, ὡς οὐχ οἷα πρὸς ἄνθρωπον ὅπλα νενόμισται ταῦτʼ ἔχων μέλλοι μάχεσθαι, οἷς δὲ κύνας ἀπελαύνομεν καὶ φυλασσόμεθα. μὴ αὐτὸν ἀντὶ ἀνθρώπου κύνα εἶναι δοκεῖ; δʼ οὐχὶ τοιοῦτον ἀλλὰ καὶ χείρω κυνὸς αὐτὸν νομίζειν ἀπεκρίνατο. κινεῖ δὲ πρὸς ὀργὴν τὸν Γολίαθον, καὶ ἀρὰς αὐτῷ τίθεται ἐκ τῆς προσηγορίας τοῦ θεοῦ καὶ δώσειν ἠπείλησε τὰς σάρκας αὐτοῦ τοῖς ἐπιγείοις καὶ τοῖς μεταρσίοις διασπάσασθαι· 6.187ἀμείβεται δʼ αὐτὸν Δαβίδης· “σὺ μὲν ἐπέρχῃ μοι ἐν ῥομφαίᾳ καὶ δόρατι καὶ θώρακι, ἐγὼ δὲ χωρῶν ἐπὶ σὲ τὸν θεὸν ὥπλισμαι, ὃς σέ τε καὶ πᾶσαν ὑμῶν στρατιὰν χερσὶ ταῖς ἡμετέραις διολέσει. καρατομήσω μὲν γάρ σε σήμερον καὶ τὸ ἄλλο σῶμα τοῖς ὁμοφύλοις κυσὶ παραβαλῶ, μαθήσονται δὲ πάντες, ὅτι προέστηκεν Ἑβραίων τὸ θεῖον καὶ ὅπλα ἡμῖν καὶ ἰσχὺς τοῦτʼ ἔστι κηδόμενον, δʼ ἄλλη παρασκευὴ καὶ δύναμις ἀνωφελὴς θεοῦ μὴ παρόντος.” 6.188 δὲ Παλαιστῖνος ὑπὸ βάρους τῶν ὅπλων εἰς ὠκύτητα καὶ δρόμον ἐμποδιζόμενος βάδην ἐπὶ τὸν Δαβίδην παραγίνεται καταφρονῶν καὶ πεποιθὼς γυμνὸν ὁμοῦ καὶ παῖδα ἔτι τὴν ἡλικίαν ἀπόνως ἀναιρήσειν. 6.189

Ἀπαντᾷ δὲ νεανίσκος μετὰ συμμάχου μὴ βλεπομένου τῷ πολεμίῳ· θεὸς δʼ ἦν οὗτος. καὶ ἀνελόμενος ἐκ τῆς πήρας ὧν εἰς αὐτὴν κατέθηκεν ἐκ τοῦ χειμάρρου λίθων ἕνα καὶ ἁρμόσας τῇ σφενδόνῃ βάλλει ἐπὶ τὸν Γολίαθον εἰς τὸ μέτωπον· καὶ διῆλθεν ἕως τοῦ ἐγκεφάλου τὸ βληθέν, ὡς εὐθὺς καρωθέντα πεσεῖν τὸν Γολίαθον ἐπὶ τὴν ὄψιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.183 Joseph. AJ 6.187 (English) >>Joseph. AJ 6.192

Powered by PhiloLogic